호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ἀκούσαθ οἱό῀ς ἐστιν οὑτοσὶ πολίτης.? οὐκ αὖ μ ἐάσεις· μὰ Δί ἐπεὶ κἀγὼ πονηρός εἰμι. ἐὰν δὲ μὴ ταύτῃ γ ὑπείκῃ, λέγ ὅτι κἀκ πονηρῶν. οὐκ αὖ μ ἐάσεις· μὰ Δία. ναὶ μὰ Δία. μὰ τὸν Ποσειδῶ. ἀλλ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι. οἴμοι διαρραγήσομαι. καὶ μὴν ἐγὼ οὐ παρήσω. πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι. τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα· ὁτιὴ λέγειν οἱό῀ς τε κἀγὼ καὶ καρυκοποιεῖν. ἰδοὺ λέγειν. καλῶς γ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς. ἀλλ οἶσθ ὅπερ πεπονθέναι δοκεῖς· ὅπερ τὸ πλῆθος. εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου, τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ, ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ ἀνιῶν, ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας. τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν· ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίν· ὅστις εὐθὺς θύννεια θερμὰ καταφαγών, κᾆτ ἐπιπιὼν ἀκράτου οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς. ἐγὼ δέ γ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας κᾆτ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω. τὰ μὲν ἄλλα μ ἤρεσας λέγων: . ἓν δ οὐ προσίεταί με, τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει. ἀλλ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις. ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα. ἐγὼ δ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω. ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης. ἐγὼ δέ γ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα. νὴ τὸν Ποσειδῶ κἀμέ τἄρ, ἤνπερ γε τοῦτον ἕλκῃς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기