호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀποθανεῖσθον αὐτίκα μάλα.? τριπλάσιον κεκράξομαί σου. καταβοήσομαι βοῶν σε. κατακεκράξομαί σε κράζων. διαβαλῶ ς ἐὰν στρατηγῇς. κυνοκοπήσω σου τὸ νῶτον. περιελῶ ς ἀλαζονείαις. ὑποτεμοῦμαι τὰς ὁδούς σου. βλέψον ἔς μ ἀσκαρδάμυκτος. ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι. διαφορήσω ς εἴ τι γρύξει. κοπροφορήσω ς εἰ λαλήσεις. ὁμολογῶ κλέπτειν: σὺ δ οὐχί. νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον, κἀπιορκῶ γε βλεπόντων. ἀλλότρια τοίνυν σοφίζει, καὶ φανῶ σε τοῖς πρυτάνεσιν ἀδεκατεύτους τῶν θεῶν ἱερὰς ἔχοντα κοιλίας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기