- 텍스트

Aristotle, Prologue

(아리스토텔레스, Prologue)

ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.? κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί. ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. κάκιστα δῆθ οὗτός γε πρῶτος Παφλαγόνων αὐταῖς διαβολαῖς. ὦ κακόδαιμον πῶς ἔχεις· κακῶς καθάπερ σύ. δεῦρο δὴ πρόσελθ, ἵνα ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον. μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ. τί κινυρόμεθ ἄλλως· οὐκ ἐχρῆν ζητεῖν τινα σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι· τίς οὖν γένοιτ ἄν· λέγε σύ. σὺ μὲν οὖν μοι λέγε, ἵνα μὴ μάχωμαι. μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ. πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν· ἀλλ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω. ἀλλ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε εἴποιμ ἂν αὐτὸ δῆτα κομψευριπικῶς· μὴ μοί γε, μὴ μοί, μὴ διασκανδικίσῃς: ἀλλ εὑρέ τιν ἀπόκινον ἀπὸ τοῦ δεσπότου. λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών. καὶ δὴ λέγω μόλωμεν. ἐξόπισθε νῦν αὐτὸ φάθι τοῦ μόλωμεν. αὐτό. πάνυ καλῶς. ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε τὸ μόλωμεν, εἶτα δ αὐτό, κᾆτ ἐπάγων πυκνόν. μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν. ἢν οὐχ ἡδύ· νὴ Δία: πλήν γε περὶ τῷ δέρματι δέδοικα τουτονὶ τὸν οἰωνόν. τί δαί· ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται. κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας. ποῖον βρέτας · ἐτεὸν ἡγεῖ γὰρ θεούς· ἔγωγε. ποίῳ χρώμενος τεκμηρίῳ· ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ. οὐκ εἰκότως· εὖ προσβιβάζεις μ. ἀλλ ἑτέρᾳ πῃ σκεπτέον. βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω· οὐ χεῖρον: ἓν δ αὐτοὺς παραιτησώμεθα, ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν, ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν. λέγοιμ ἂν ἤδη.

νῷν γάρ ἐστι δεσπότης ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος, Δῆμος πυκνίτης, δύσκολον γερόντιον ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα, πανουργότατον καὶ διαβολώτατόν τινα. οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην ᾔκαλλ ἐθώπευ ἐκολάκευ ἐξηπάτα κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων: ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἐνθοῦ ῥόφησον ἔντραγ ἔχε τριώβολον. βούλει παραθῶ σοι δόρπον· εἶτ ἀναρπάσας ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ ἐμοῦ μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, πανουργότατά πως περιδραμὼν ὑφαρπάσας αὐτὸς παρέθηκε τὴν ὑπ ἐμοῦ μεμαγμένην, ἡμᾶς δ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. ᾄδει δὲ χρησμούς: ὁ δὲ γέρων σιβυλλιᾷ. ὁ δ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς ψευδῆ διαβάλλει: κᾆτα μαστιγούμεθα ἡμεῖς: Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε: ὁρᾶτε τὸν Ὕλαν δι ἐμὲ μαστιγούμενον· εἰ μή μ ἀναπείσετ, ἀποθανεῖσθε τήμερον. ἡμεῖς δὲ δίδομεν: εἰ δὲ μή, πατούμενοι ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ, ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα. κράτιστ ἐκείνην τὴν μόλωμεν ὦγαθέ. ἀλλ οὐχ οἱό῀ν τε τὸν Παφλαγόν οὐδὲν λαθεῖν: ἐφορᾷ γὰρ οὗτος πάντ. ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δ ἓτερον ἐν τἠκκλησίᾳ. τοσόνδε δ αὐτοῦ βῆμα διαβεβηκότος ὁ πρωκτός ἐστιν αὐτόχρημ ἐν Χάοσιν, τὼ χεῖρ ἐν Αἰτωλοῖς, ὁ νοῦς δ ἐν Κλωπιδῶν. κράτιστον οὖν νῷν ἀποθανεῖν. ἀλλὰ σκόπει, ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα. πῶς δῆτα πῶς γένοιτ ἂν ἀνδρικώτατα· βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν. ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος. μὰ Δί ἀλλ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.

ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα. ἰδού γ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι· πῶς δ ἂν μεθύων χρηστόν τι βουλεύσαιτ ἀνήρ· ἄληθες οὗτος· κρουνοχυτρολήραιον εἶ. οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν· οἴνου γὰρ εὑρ´οις ἄν τι πρακτικώτερον· ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους. ἀλλ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, τὸν νοῦν ἵν ἄρδω καὶ λέγω τι δεξιόν. οἴμοι τί ποθ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ· ἀγάθ: ἀλλ ἔνεγκ: ἐγὼ δὲ κατακλινήσομαι. ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων. ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν κλέπτων τὸν οἶνον. εἰπέ μοι Παφλαγὼν τί δρᾷ· ἐπίπαστα λείξας δημιόπραθ ὁ βάσκανος ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος. ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν σπονδήν. λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος. ἕλχ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου. ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμ, οὐκ ἐμόν. εἴπ, ἀντιβολῶ, τί ἔστι· τοὺς χρησμοὺς ταχὺ κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, ἑώς καθεύδει. ταῦτ. ἀτὰρ τοῦ δαίμονος δέδοιχ ὅπως μὴ τεύξομαι κακοδαίμονος. φέρε νυν ἐγὼ μ αὐτῷ προσαγάγω τὸν χοᾶ. τὸν νοῦν ἵν ἄρδω καὶ λέγω τι δεξιόν. ὡς μεγάλ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, ὥστ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών, ὅνπερ μάλιστ ἐφύλαττεν. ὦ σοφώτατε. φέρ αὐτὸν ἵν ἀναγνῶ: σὺ δ ἔγχεον πιεῖν ἀνύσας τι. φέρ ἴδω τί ἄρ ἔνεστιν αὐτόθι. ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ. ἰδού. τί φης ὁ χρησμός· ἑτέραν ἔγχεον. ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον· ὦ Βάκι. τί ἔστι· δὸς τὸ ποτήριον ταχύ. πολλῷ γ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ. ὦ μιαρὲ Παφλαγὼν ταῦτ ἄρ ἐφυλάττου πάλαι, τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν· τιή· ἐνταῦθ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται. καὶ πῶς· ὅπως· ὁ χρησμὸς ἄντικρυς λέγει ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται, ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα. εἷς οὑτοσὶ πώλης.

τί τοὐντεῦθεν· λέγε. μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος. δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν· κρατεῖν, ἑώς ἕτερος ἀνὴρ βδελυρώτερος αὐτοῦ γένοιτο: μετὰ δὲ ταῦτ ἀπόλλυται. ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών, ἁρ´παξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων. τὸν προβατοπώλην ἦν ἄρ ἀπολέσθαι χρεὼν ὑπὸ βυρσοπώλου· νὴ Δί. οἴμοι δείλαιος. πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος· ἔτ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων. εἴπ, ἀντιβολῶ, τίς ἐστιν· εἴπω· νὴ Δία. ἀλλαντοπώλης ἔσθ ὁ τοῦτον ἐξολῶν. ἀλλαντοπώλης· ὦ Πόσειδον τῆς τέχνης. φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν· ζητῶμεν αὐτόν. ἀλλ ὁδὶ προσέρχεται ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν. ὦ μακάριε ἀλλαντοπῶλα, δεῦρο δεῦρ ὦ φίλτατε ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς. τί ἔστι· τί με καλεῖτε· δεῦρ ἔλθ, ἵνα πύθῃ ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς. ἴθι δὴ κάθελ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει: ἐγὼ δ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα. ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί: ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς. ἰδού: τί ἔστιν· ὦ μακάρι ὦ πλούσιε, ὦ νῦν μὲν οὐδεὶς αὔριον δ ὑπέρμεγας, ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων. τί μ ὦγάθ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς· ὦ μῶρε ποίας κοιλίας· δευρὶ βλέπε. τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν· ὁρῶ. τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει, καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός: βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις, δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει. ἐγώ· σὺ μέντοι: κοὐδέπω γε πάνθ ὁρᾷς. ἀλλ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ. καθορῶ. τί δαί· τἀμπόρια καὶ τὰς ὁλκάδας· ἔγωγε. πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς· ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ ἐς Καρίαν τὸν δεξιόν, τὸν δ ἕτερον ἐς Καρχηδόνα. εὐδαιμονήσω δ εἰ διαστραφήσομαι·

οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται. γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει, ἀνὴρ μέγιστος. εἰπέ μοι καὶ πῶς ἐγὼ ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι· δι αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας, ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς. οὐκ ἀξιῶ γὼ μαυτὸν ἰσχύειν μέγα. οἴμοι τί ποτ ἔσθ ὅτι σαυτὸν οὐ φῂς ἄξιον· ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν. μῶν ἐκ καλῶν εἶ κἀγαθῶν· μὰ τοὺς θεοὺς εἰ μὴ κ πονηρῶν γ. ὦ μακάριε τῆς τύχης ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα. ἀλλ ὦγάθ οὐδὲ μουσικὴν ἐπίσταμαι πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς. τουτὶ μόνον ς ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς. ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ ἔτ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους, ἀλλ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς ἅ σοι διδόας ἐν τοῖς λογίοισιν οἱ θεοί. πῶς δῆτά φης ὁ χρησμός· εὖ νὴ τοὺς θεοὺς καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος: ἀλλ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην, δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη, κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει, αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται. πῶς οὖν πρὸς ἐμὲ ταῦτ ἐστίν· ἀναδίδασκέ με. βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ οὑτοσί. τί δ ἀγκυλοχήλης ἐστίν· αὐτό που λέγει, ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει. ὁ δράκων δὲ πρὸς τί· τοῦτο περιφανέστατον. ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ ἀλλᾶς αὖ μακρόν. εἶθ αἱματοπώτης ἔσθ ὅ τ ἀλλᾶς χὠ δράκων: τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις. τὰ μὲν λόγι αἰκάλλει με: θαυμάζω δ ὅπως τὸν δῆμον οἱό῀ς τ ἐπιτροπεύειν εἴμ ἐγώ. φαυλότατον ἔργον:

ταῦθ ἅπερ ποιεῖς ποίει: τάραττε καὶ χόρδευ ὁμοῦ τὰ πράγματα ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς. τὰ δ ἄλλα σοι πρόσεστι δημαγωγικά, φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ: ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ: χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ: χὤπως ἀμυνεῖ τὸν ἄνδρα. καὶ τίς ξύμμαχος γενήσεταί μοι· καὶ γὰρ οἵ τε πλούσιοι δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς. ἀλλ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι, καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί, καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός, κἀγὼ μετ αὐτῶν χὠ θεὸς ξυλλήψεται. καὶ μὴ δέδιθ: οὐ γάρ ἐστιν ἐξῃκασμένος, ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν γνωσθήσεται: τὸ γὰρ θέατρον δεξιόν. οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται. οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον, ὁτιὴ πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι. τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον· οὐκ ἔσθ ὅπως οὐ Χαλκιδέας ἀφίστατον. ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω. οὗτος τί φεύγεις· οὐ μενεῖς· ὦ γεννάδα ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION