호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄρνεσ οἱ ἦσαν εὐτραφεῖσ καὶ δασεῖσ μαλλοῖσ, θαυμαστοὶ τὸ κάλλοσ καὶ τὸ μέγεθοσ. τούτουσ ἐγὼ λαμβάνων συνέδουν αὐτοὺσ ἡσυχῇ κατὰ τρεῖσ· ἦσαν γὰρ ἐφ’ ὧν ὁ Κύκλωψ ἐκάθευδεν, ἔμελλε δὲ ὁ μέσοσ ἄρα ἄνδρα οἴσειν τῶν ἑταίρων, εἷσ δὲ ἑκατέρωθε παράσειροσ ἦν ἀσφαλείασ ἕνεκα. εἰσ μὲν οὖν τοὺσ ἄλλουσ ὑπῆρχον οὗτοί μοι, αὐτὸσ δὲ ἐπεχείρουν τρόπῳ τοιῷδε· ἦν κριὸσ τά τε ἄλλα ὑπερμεγέθησ καὶ ὑπέρδασυσ, τούτῳ περιβαλὼν τὼ χεῖρε κατὰ νῶτον, ὑπελειπόμην ἑώσ ὑπὸ τῇ γαστρὶ κἀγὼ γίγνωμαι· ἔπειτα μεταστραφεὶσ εἰχόμην. ἐκείνην οὖν τὴν νύκτα οὕτω ταλαιπωροῦντεσ ἠνεσχόμεθα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기