- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου?, παράφρασις. 4:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, παράφρασις. 4:)

ἄρνες οἱ ἦσαν εὐτραφεῖς καὶ δασεῖς μαλλοῖς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος. τούτους ἐγὼ λαμβάνων συνέδουν αὐτοὺς ἡσυχῇ κατὰ τρεῖς: ἦσαν γὰρ ἐφ ὧν ὁ Κύκλωψ ἐκάθευδεν, ἔμελλε δὲ ὁ μέσος ἄρα ἄνδρα οἴσειν τῶν ἑταίρων, εἷς δὲ ἑκατέρωθε παράσειρος ἦν ἀσφαλείας ἕνεκα. εἰς μὲν οὖν τοὺς ἄλλους ὑπῆρχον οὗτοί μοι, αὐτὸς δὲ ἐπεχείρουν τρόπῳ τοιῷδε: ἦν κριὸς τά τε ἄλλα ὑπερμεγέθης καὶ ὑπέρδασυς, τούτῳ περιβαλὼν τὼ χεῖρε κατὰ νῶτον, ὑπελειπόμην ἑώς ὑπὸ τῇ γαστρὶ κἀγὼ γίγνωμαι: ἔπειτα μεταστραφεὶς εἰχόμην. ἐκείνην οὖν τὴν νύκτα οὕτω ταλαιπωροῦντες ἠνεσχόμεθα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION