- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου?, περὶ κολάσεως λόγου. 11:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ κολάσεως λόγου. 11:)

τῆς δὲ ἐγκωμιαστικῆς, ἐπειδὴ καὶ ἔξω ζητημάτων ἐστίν, αἱ ὑποθέσεις εἰσὶν ἢ ἀπὸ προσώπων, ἢ ἀπὸ πραγμάτων, ἀφ ὧν καὶ οἱ ἔπαινοι καὶ τὰ ἐγκώμια καὶ οἱ ὕμνοι καὶ τὰ ἀντικείμενα τούτοις, οἱ ψόγοι. εὐφημίᾳ δὲ ὅταν τὰ δυσχερῆ μὴ παραλείποντες ἐπὶ τὸ εὐφημότερον ταῦτα ἐξηγησώμεθα, οἱο῀ν εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὴν τῆς Ἑλένης ἁρπαγὴν λέγοιμεν οὐκ ἀδίκημα οὐδὲ μοιχείαν οὐδὲ ἁμάρτημά τι περὶ τὸν Μενέλαον τὸν ξένον γενόμενον, ἀλλ ὡς τοῦ Διὸς ἐπεθύμησε κηδεστὴς γενέσθαι, καὶ πάλιν ἐπὶ τῆς Ἑλένης, ὡς οὐχ ἥμαρτε καταλιποῦσα τὸν ἄνδρα καὶ τὴν θυγατέρα καὶ τὸν οἶκον, ἀλλ ὡς ἔνδοξος γενέσθαι ἐσπούδαζε. τῶν τοίνυν ἐπαινετικῶν τὸ μέν τι ἔπαινος καλεῖται, τὸ δὲ ὕμνος, τὸ δὲ ἐγκώμιον: ὕμνος μὲν εἰς θεοὺς μηδὲν ἔχων ἐναντίον, ἔπαινος δὲ τὸ ἐπὶ μικροῖς γινόμενον, οἱο῀ν τὸ εὖ καὶ καλῶς: καὶ γὰρ ταῦτα ἐπαινετικά ἐστι, καὶ πάλιν ὁ μὲν ἀγαθός, ὁ δὲ ἀνδρεῖος, ὁ δὲ δίκαιος: τὸ δὲ ἐγκώμιον ἐπὶ μεῖζον ἐξαίρει, διόπερ κατὰ διέξοδον γίνονται. λαμβάνονται δὲ οἱ ἔπαινοι κατὰ τρόπους τέσσαρας, αὐξήσει, παραλείψει, παραβολῇ, εὐφημίᾳ. αὐξήσει μὲν οὖν, οἱο῀ν εἴ τις θέλοι τὰ τοῦ μύρμηκος ἔργα ἐπαινῶν λέγειν ὅτι οἰκονομικώτατός ἐστι περὶ τὴν τῶν καρπῶν συγκομιδὴν καὶ περὶ τὴν τούτων ἀπόθεσιν, οὐ μὴν ἀλλὰ καὶ ἀγαθὸς προϊδέσθαι τὰς ὡρ´ας τῶν θεῶν καὶ φρονιμώτατος πρὸς τοὺς καιροὺς παρασκευάζεσθαι, καὶ ὅσα ἄν τις εὑρ´οι μύρμηκα αὐξῶν. παραλείψει δὲ ὅταν τὰ προσόντα δυσχερῆ τοῖς ἐγκωμιαζομένοις καὶ ἅπερ ἄν τις εἴποι ψέγων, παραλείποντες μόνα ἐξαγγέλλωμεν τὰ ἐπαίνου ἄξια, οἱο῀ν εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὰς μὲν λοιπὰς πράξεις αὐτοῦ ἐξηγοίμεθα, ὡς διέβη τὸν Γράνικον, ὡς μέχρι Κιλικίας προῆλθεν, ὡς τὰ μέχρι τοῦ Ὠκεανοῦ πάντα ἔθνη κατεστρέψατο, παραλείποιμεν δὲ τὴν Κλείτου ἀναίρεσιν καὶ τὴν περὶ τοὺς πότους αὐτοῦ σπουδήν, καὶ ὅτι Μηδικὴν ἐσθῆτα μετημφιάσατο, καὶ προσκυνεῖσθαι ὁμοίως τῷ Περσῶν βασιλεῖ ἠξίου, καὶ ὅσα τοιαῦτα ἦν αὐτῷ. τῇ δὲ παραβολῇ, ὅταν μείζω μὲν τὰ τοῦ ἐπαινουμένου ἀποφῆναι θέλοντες ἐκ τῶν πρὸς ἄλλα ἀποδεικνύωμεν, ὡς ὁ Δημοσθένης τὰ τοῦ Κόνωνος ἔργα τὰ περὶ τὸν τειχισμὸν μεγάλα ὑποδεῖξαι βουλόμενος τῶν Θεμιστοκλέους αὐτὰ βελτίω φησίν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION