호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ καὶ τὰ τῆς ἀρετῆς μόρια ἐν τῷ εἴδει τῆς ῥητορικῆς εὑρίσκεται, εἰή ἂν καὶ ὁ ῥήτωρ τοιοῦτος: φρονίμου μὲν γάρ ἐστιν οἶμαι καὶ σώφρονος γνῶναι τὴν ἀξίαν ἑκάστου τῶν πραγμάτων, δικαίου δὲ τὰ πρέποντα καὶ ἑαυτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν: ὁ δὲ αὐτὸς νεμεσῶν ἅπασι τοῖς ἐναντίοις τούτων. εἰκότως ἐνέχεταί τισιν, ὡς ἂν μὴ δόξῃ, ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω τὴν δόξαν τῆς ἀληθείας ἐφελκόμενοι. τοῦ ῥήτορος τοίνυν ἐστὶ καὶ ταῦτα, τὸ ἰδεῖν τὰ βέλτιστα καὶ ἐξειπεῖν καὶ διαχειρίσαι ἕκαστα, τὰς ἁρμονίας φυλάξαι καὶ τὴν ἀεὶ πρέπουσαν τῷ καιρῷ τάξιν καὶ προαίρεσιν, σωφρονίσαι, προτρέψαι, κατασχεῖν, ὅτου δέοι, τοῦτ εἰσενέγκασθαι: κάλλους τε καὶ τοῦ νοῦ καὶ ῥώμης καὶ σωφροσύνης ὅλως μετέχοντας τοὺς λόγους ἀποδεῖξαι τῇ πυκνότητι τῶν ἐνθυμημάτων, τῇ συμμετρίᾳ τῶν ῥημάτων, ταῖς ἁρμονίαις, τῇ περινοίᾳ, τοῖς σχήμασι, ταῖς χάρισι τῶν κεφαλαίων, τοῦ βουλήματος, τῶν ὑποθέσεων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기