- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου?, περὶ σαφηνείας καὶ καθαρότητος.

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ σαφηνείας καὶ καθαρότητος.)

Σαφήνεια δὲ καὶ καθαρότης γίνεται κατὰ γνώμην, κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις μὴ ἀναστρέφῃ τὰ πράγματα, ἀλλὰ καθ ἣν ἐπράχθη τάξιν, κατὰ ταύτην διεξίῃ, καὶ ὅταν μὴ ἔξωθέν τινα ἐπεμβάλλῃ νοήματα αὐτοῖς, ἀλλ αὐτὰ τὰ πραχθέντα διεξίῃ, καὶ ὅταν τὰ γνώριμα ὡς γνώριμα καὶ τὰ ἀμφισβητούμενα ὡς ἀμφισβητούμενα διεξίῃ. κατὰ δὲ σχῆμα σαφήνεια καὶ καθαρότης γίνεται οὕτως, ὅταν τις ἐπιστροφαῖς χρῆται καὶ ὅταν τις μεταβαίνων ἀφ ἑτέρου ἐφ ἕτερον πρᾶγμα τοῦ μὲν συμπληρώσει, τοῦ δὲ ἐπαγγελίᾳ χρῆται.

κατὰ δὲ ἀπαγγελίαν οὕτως, ὅταν τις κοινοτέροις τοῖς ὀνόμασι χρῆται καὶ τοῖς σημαντικοῖς τοῖς σφόδρα καὶ ἐναργεστέρως δηλοῦσι τὰ πράγματα, καὶ ὅταν ἀφηγηματικοῖς σχήμασι χρῆται, καὶ ὅταν τις ἰσοδυναμοῦσιν ἥκιστα χρῆται, [τὰ τροπικὰ λέγει καὶ μεταφορικὰ ἰσοδυναμοῦντα τοῖς κυρίοις δηλονότι,] καὶ ὅταν τις πρᾳοτέροις ἀντὶ τῶν τραχέων.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION