호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γλυκύτης δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ταῖς ἔξωθεν ἐπινοίαις χρῆται, οἱο῀ν ἐξ ἱστοριῶν καὶ παροιμιῶν καὶ μύθων. κατὰ δὲ σχῆμα γίνεται γλυκύτης, ὅταν τις ταῖς ἀπαγγελίαις καινοπρεπέσι χρῆται.
κατὰ δὲ ἀπαγγελίαν, ὅταν τις τροπαῖς χρῆται, τροπαῖς δὲ μὴ τραχείαις, ἀλλ ὑφειμέναις, καὶ ὅταν τις κεκινημένῃ χρῆται τῇ λέξει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기