호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπιμέλεια δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην, ὅταν τις μὴ χωρίζῃ τὰ νοήματα ἀπ ἀλλήλων μηδὲ διιστᾷ, ἀλλὰ συνάπτῃ αὐτὰ ἀλλήλοις, καὶ ὅταν τις μικταῖς ἐπινοίαις καὶ παντοδαπαῖς χρῆται οἱο῀ν ἔξωθεν ἐπαγόμενος καὶ ἐκ τῶν ὑπολειπομένων ἐπιλαμβάνων, καὶ ὅταν τις μὴ ψιλὰ τὰ πράγματα ἐκτίθηται, ἀλλὰ μετὰ τῶν παρακολουθούντων αὐτοῖς καὶ τῆς τῶν πραγμάτων φύσεως, οἱο῀ν ἢ τρόπον λέγων ἢ χρόνον ἢ αἰτίαν ἢ τόπον, καὶ ὅταν τις τροπαῖς χρῆται, ἐπιμέλεια γίνεται. κατὰ δὲ σχῆμα ἐπιμέλεια γίνεται οὕτω, τῷ μερισμοῖς χρῆσθαι.
κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται ἐπιμέλεια, ὅταν πυκνὴ καὶ ἐπάλληλος ἡ ἀπαγγελία ᾖ καὶ ὅταν ῥηματικὴ ἀντὶ ὀνοματικῆς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기