- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου?, περὶ σφοδρότητος. 9:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ σφοδρότητος. 9:)

σφοδρότητα δὲ ἔχει καὶ τὸ τῆς ἀποστροφῆς σχῆμα. ὅς, ὦ μιαρώτατε πάντων, κεκλεισμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασι, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὰ ἐντὸς τούτων βιάζῃ καὶ προσέρχῃ πρὸς ταῦτα, ἀφ ὧν ἀπελαύνουσί σε οἱ νόμοι, ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις. καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, τί λέγεις, ὦ μιαρὰ κεφαλή, σὺ τὰ σαυτοῦ παιδία ἀξιώσεις ἐλεεῖν ἤ σε τούτους, τοὺς ὑπὸ σοῦ δημοσίᾳ προπεπηλακισμένους·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION