- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου?, περὶ σφοδρότητος. 8:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ σφοδρότητος. 8:)

κατὰ σχῆμα δὲ οὕτω γίνεται σφοδρότης, ὅταν τις ἐπιφορικοῖς χρῆται τοῖς σχήμασιν, οἱο῀ν αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ. καὶ πάλιν, εἴργετε οὖν, εἴργετε αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων. καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον ὃν διεξέρχομαι τρόπον νῦν πρὸς ὑμᾶς ἐλαυνόμενος. καὶ ἐν τῷ τῆς παραπρεσβείας, τούτων οὐ γέγονεν, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION