- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου?, περὶ περιβολῆς. 12:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ περιβολῆς. 12:)

κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι. τὸ καθ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε, καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με. διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως: τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν καὶ παθὼν τοιαῦτα ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με. ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι. καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ, νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν: ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION