호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βαρύτησ δὲ γίνεται καθολικῶσ κατὰ γνώμην καὶ κατὰ σχῆμα, κατὰ δὲ τὴν ἀπαγγελίαν οὐ πάνυ τι. κατὰ μὲν οὖν γνώμην γίνεται βαρύτησ οὕτωσ, ὅταν ἢ κατηγορεῖν τισ προάγηται αὐτὸσ ἑαυτοῦ ἢ τῶν οἰκείων τινὸσ ἢ φίλων· βαρὺ γὰρ τὸ τοιοῦτον ἂν εἰή ἐξὸν ἐπαινεῖν, ἢ ὅλωσ τούτων τινὸσ ὑπὲρ ὧν λέγει ἢ πρὸσ οὓσ λέγει, ὡσ ὁ Δημοσθένησ περιείργασμαι μὲν ἐγώ, περιείργασται δὲ ἡ πόλισ ἡ πεισθεῖσα ἐμοί, ἔστω δὲ πάντα τὰ ἁμαρτήματα καὶ ἀδικήματα ἐμά.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기