호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δ οὖν γνώμην σεμνὸς ἔσται σοι λόγος ἐκ τῶν προτετιμημένων ἐννοημάτων, προτετιμημένα δέ ἐστιν ἑνὶ λόγῳ, ὅταν τις ἐνδόξοις πράγμασι χρῆται, καὶ περὶ ἐνδόξων τι λέγηται, καὶ ὅσα σπάνιά ἐστι καὶ παλαιά. ἔνδοξα δέ ἐστι πρῶτα μὲν τὰ τῶν θεῶν, οἱο῀ν ὅταν εἰς τὰ θεῖα ἐπανάγῃς τὰς ἐννοίας, θεῶν εὔνοιαν, τύχης χρηστότητα, οἱο῀ν ἐπὶ πολλῶν ἄν τις ἰδεῖν δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν, καὶ ὅσα τοιαῦτα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기