Apollodorus, Library and Epitome, book E, chapter 3 16:

(아폴로도로스, Library and Epitome, book E, chapter 3 16:)

συνηθροίζετο δὲ ὁ στρατὸσ ἐν Αὐλίδι. οἱ δὲ στρατεύσαντεσ ἐπὶ Τροίαν ἦσαν οἵδε. Βοιωτῶνμὲν ἡγεμόνεσ δέκα· ἦγον ναῦσ μ. Ὀρχομενίων δ· ἦγον ναῦσ λ. Φωκέων ἡγεμόνεσ δ· ἦγον ναῦσ μ. Λοκρῶν Αἰάσ Οἰλέωσ· ἦγε ναῦσ μ. Εὐβοέων Ἐλεφήνωρ Χαλκώδοντοσ καὶ Ἀλκυόνησ· ἦγε ναῦσ μ. Ἀθηναίων Μενεσθεύσ· ἦγε ναῦσ ν.

SEARCH

MENU NAVIGATION