호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.? πόλις πέφευγεν ἥδε δούλιον ζυγόν: πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα: πόλις δ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο. στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις ἐφραξάμεσθα μονομάχοισι προστάταις: καλῶς ἔχει τὰ πλεῖστ, ἐν ἓξ πυλώμασι: τὰς δ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης ἄναξ Ἀπόλλων εἵλετ, Οἰδίπου γένει κραίνων παλαιὰς Λαΐου δυσβουλίας. τί δ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον· πόλις σέσωσται: βασιλέες δ ὁμόσποροι - τίνες· τί δ εἶπας· παραφρονῶ φόβῳ λόγου. φρονοῦσα νῦν ἄκουσον: Οἰδίπου τόκοι - οἲ γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. οὐδ ἀμφιλέκτως μὴν κατεσποδημένοι - ἐκεῖθι κεῖσθον · βαρέα δ οὖν ὅμως φράσον. ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ ἅμα · οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν. αὐτὸς δ ἀναλοῖ δῆτα δύσποτμον γένος. τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα: πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ ἐπιστάται, δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. ἕξουσι δ ἣν λάβωσιν ἐν ταφῇ χθονός, πατρὸς κατ εὐχὰς δυσπότμως φορούμενοι. πόλις σέσωσται: βασιλέοιν δ ὁμοσπόροιν πέπωκεν αἷμά γαῖ ὑπ ἀλλήλων φόνῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기