- 텍스트

Aeschylus, Seven Against Thebes, episode

(아이스킬로스, 테바이를 공격한 일곱 장수, episode)

ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ πευθώ τιν ἡμῖν, ὦ φίλαι, νέαν φέρει, σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.? καὶ μὴν ἄναξ ὅδ αὐτὸς Οἰδίπου τόκος εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν: σπουδὴ δὲ καὶ τοῦδ οὐκ ἀπαρτίζει πόδα. λέγοιμ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, ὥς τ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν βρέμει, πόρον δ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν ὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται καλά. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ: θείνει δ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ. τοιαῦτ ἀυτῶν τρεῖς κατασκίους λόφους σείει, κράνους χαίτωμ, ὑπ ἀσπίδος δ ἔσω χαλκήλατοι κλάζουσι κώδωνες φόβον: ἔχει δ ὑπέρφρον σῆμ ἐπ ἀσπίδος τόδε, φλέγονθ ὑπ ἄστροις οὐρανὸν τετυγμένον: λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. τοιαῦτ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς βοᾷ παρ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων. τίν ἀντιτάξεις τῷδε· τίς Προίτου πυλῶν κλῄθρων λυθέντων προστατεῖν φερέγγυος· κόσμον μὲν ἀνδρὸς οὔτιν ἂν τρέσαιμ ἐγώ, οὐδ ἑλκοποιὰ γίγνεται τὰ σήματα: λόφοι δὲ κώδων τ οὐ δάκνους ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ ἀσπίδος ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, τάχ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί. εἰ γὰρ θανόντι νὺξ ἐπ ὀφθαλμοῖς πέσοι, τῷ τοι φέροντι σῆμ ὑπέρκομπον τόδε γένοιτ ἂν ὀρθῶς ἐνδίκως τ ἐπώνυμον, καὐτὸς καθ αὑτοῦ τήνδ ὕβριν μαντεύσεται. ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον τῶνδ ἀντιτάξω προστάτην πυλωμάτων, μάλ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον τιμῶντα καὶ στυγοῦνθ ὑπέρφρονας λόγους. αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ εἶναι φιλεῖ. σπαρτῶν δ ἀπ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, ῥίζωμ ἀνεῖται, κάρτα δ ἔστ ἐγχώριος, Μελάνιππος: ἔργον δ ἐν κύβοις Ἄρης κρινεῖ: Δίκη δ ὁμαίμων κάρτα νιν προστέλλεται εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION