호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ἀκούω γ ἱππικῶν φρυαγμάτων.? μή νυν ἀκούους ἐμφανῶς ἄκου ἄγαν. στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων. οὐκοῦν ἔμ ἀρκεῖ τῶνδε βουλεύειν πέρι. δέδοικ, ἀραγμὸς δ ἐν πύλαις ὀφέλλεται. οὐ σῖγα μηδὲν τῶνδ ἐρεῖς κατὰ πτόλιν· ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα. οὐκ ἐς φθόρον σιγῶς ἀνασχήσῃ τάδε· θεοὶ πολῖται, μή με δουλείας τυχεῖν. αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν. ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. ὦ Ζεῦ, γυναικῶν οἱο῀ν ὤπασας γένος. μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις. παλινστομεῖς αὖ θιγγάνους ἀγαλμάτων· ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος. αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ εἴσομαι. σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει. σιγῶ: σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον. τοῦτ ἀντ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν. καὶ πρός γε τούτοις, ἐκτὸς οὖς ἀγαλμάτων, εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς: κἀμῶν ἀκούσας εὐγμάτων, ἔπειτα σὺ ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον, Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς, θάρσος φίλοις, λύουσα πολέμιον φόβον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기