호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα βλέψαντα:? συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ οὔ. κεἴπερ τάδ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος. μίμνουσι δ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί: οὗ σφιν κακῶν ὕψιστ ἐπαμμένει παθεῖν, ὕβρεως ἄποινα κἀθέων φρονημάτων: οἳ γῆν μολόντες Ἑλλάδ οὐ θεῶν βρέτη ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς: βωμοὶ δ ἀίστοι, δαιμόνων θ ἱδρύματα πρόρριζα φύρδην ἐξανέστραπται βάθρων. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν κρηνὶς ἀπέσβηκ ἀλλ ἔτ ἐκπιδύεται. τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο: θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν. ὕβρις γὰρ ἐξανθοῦς ἐκάρπωσεν στάχυν ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기