- 텍스트

Aeschylus, Persians, episode, trochees 1:

(아이스킬로스, 페르시아인들, episode, trochees 1:)

τίνι τρόπῳ·? λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει· οὐδαμῶς: ἀλλ ἀμφ Ἀθήνας πᾶς κατέφθαρται στρατός. τίς δ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει· φράσον. θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα. πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ ἐμώρανεν τάλας· ἀμφότερα: διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν. πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν· μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ ἔχειν πόρον. καὶ τόδ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν: ὧδ ἔχει: γνώμης δέ πού τις δαιμόνων ξυνήψατο. φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς. ὡς ἰδεῖν τέλος πάρεστιν οἱο῀ν ἤνυσεν κακόν. καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ ἐπιστενάζετε· ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν. ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί· πρὸς τάδ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει. ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ. Βακτρίων δ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων. ὦ μέλεος, οἱάν ἄρ ἥβην ξυμμάχων ἀπώλεσεν. μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα - πῶς τε δὴ καὶ ποῖ τελευτᾶν· ἔστι τις σωτηρία· ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν. καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ ἐτήτυμον· ναί: λόγος κρατεῖ σαφηνὴς τοῦτό γ, οὐδ ἔνι στάσις.?

상위

Persians (페르시아인들)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION