호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὑρέθη ἐν Κυζίκῳ νηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια·? ἢ ἵνα λυπήσῃς δι ἐμὴν βιότοιο τελευτὴν μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς, ἥ μ ἔτεχ, ἥ μ ἀτίτηλε, καὶ ἣ πολὺ μείζονα πατρὸς φροντίδα παιδείης ἤνυσεν ἡμετέρης· ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι κάλλιπεν: ἡ δ ἐπ ἐμοὶ πάντας ἔτλη καμάτους. ἦ μὲν ἐμοὶ φίλον ἠε῀ν ἐφ ἁγνῶν ἡγεμονήων ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίας: ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαϊ´δας:
οὐχ ὑμέναιον ἀείσε περικλυτόν, οὐ τέκος εἶδε, δύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης, τῆς πολυθρηνήτου: λυπεῖ δέ με καὶ τεθνεῶτα μητρὸς Πωλίττης πένθος ἀεξόμενον, Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기