- 텍스트

Polybius, Histories, book 24, chapter 11

(폴리비오스, Histories, book 24, chapter 11)

Ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς Ἀχαιοὺς συνέβη οὔτε τὴν φύσιν ὁμοίαν σχεῖν οὔτε τὴν αἱρ´εσιν τῆς πολιτείας.? ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, ὁ δ ἕτερος πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων.

τῇ δ αἱρέσει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων.

ὁ μὲν Ἀρίσταινος ἦγε τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσφορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προστάξαι κείνους.

ἐπειρᾶτο μέντοι γε τῶν νόμων ἔχεσθαι δοκεῖν καὶ τὴν τοιαύτην ἐφείλκετο φαντασίαν, εἴκων, ὁπότε τούτων ἀντιπίπτοι τις προδήλως τοῖς ὑπὸ Ῥωμαίων γραφομένοις.

ὅσα δὲ τούτων ἐκτὸς ἐπιτάττοιεν, οὐχ οἱό῀ς τ ἦν ἐθελοντὴν συνυπακούειν, ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δικαιολογεῖσθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν:

εἰ δὲ μηδ οὕτως πείθοιεν, τέλος οἱο῀ν ἐπιμαρτυρομένους εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION