- 텍스트

Plutarch, Cato the Younger, chapter 51

(플루타르코스, Cato the Younger, chapter 51)

τοῦ δὲ Καίσαρος ἐμβαλόντος εἰς ἔθνη μάχιμα καὶ παραβόλως κρατήσαντος, Γερμανοῖς δὲ καὶ σπονδῶν γενομένων δοκοῦντος ἐπιθέσθαι καὶ καταβαλεῖν τριάκοντα μυριάδας, οἱ μὲν ἄλλοι τὸν δῆμον ἠξίουν εὐαγγέλια θύειν, ὁ δὲ Κάτων ἐκέλευεν ἐκδιδόναι τὸν Καίσαρα τοῖς παρανομηθεῖσι καὶ μὴ τρέπειν εἰς αὑτοὺς μηδὲ ἀναδέχεσθαι τὸ ἄγος εἰς τὴν πόλιν.? "θύωμεν, ὅτι τῆς τοῦ στρατηγοῦ μανίας καὶ ἀπονοίας τὴν δίκην εἰς τοὺς στρατιώτας οὐ τρέπουσιν, ἀλλὰ φείδονται τῆς πόλεως.

ἐκ τούτου Καῖσαρ ἐπιστολὴν γράψας ἀπέστειλεν εἰς τὴν σύγκλητον: εἰ σωφρονοῦσι, φοβητέον ἐστὶν αὐτοῖς, οὕτως ἐπέστρεψε καὶ παρώξυνεν ὡς τοὺς φίλους τοῦ Καίσαρος μετανοεῖν, ὅτι τὴν ἐπιστολὴν ἀναγνόντες ἐν τῇ βουλῇ καιρὸν τῷ Κάτωνι λόγων δικαίων καὶ κατηγοριῶν ἀληθῶν παρέσχον, Ἐκυρώθη μὲν οὖν οὐδέν, ἀλλ ἐλέχθη μόνον ὅτι καλῶς ἔχει διάδοχον Καίσαρι δοθῆναι.

τῶν δὲ φίλων ἀξιούντων καὶ Πομπήϊον ἐξ ἴσου τὰ ὅπλα καταθέσθαι καὶ ἀποδοῦναι τὰς ἐπαρχίας ἢ μηδὲ Καίσαρα, νῦν ἐκεῖνα βοῶν ὁ Κάτων ἃ προὔλεγεν αὐτοῖς ἥκειν, καὶ βιάζεσθαι τὸν ἄνθρωπον ἀναφανδὸν ἤδη τῇ δυνάμει χρώμενον ἣν ἔσχεν ἐξαπατῶν καὶ φενακίζων τὴν πόλιν, ἔξω μὲν οὐδὲν ἐπέραινε, τοῦ δήμου θέλοντος ἀεὶ τὸν Καίσαρα μέγιστον εἶναι, τὴν δὲ σύγκλητον εἶχε πειθομένην καὶ φοβουμένην τὸν δῆμον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION