- 텍스트

Euripides, Hecuba, episode

(에우리피데스, Hecuba, episode)

ποῦ τὴν ἄνασσαν δή ποτ οὖσαν Ἰλίου Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι·? αὕτη πέλας σου νῶτ ἔχους ἐπὶ χθονί, Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις. ὦ Ζεῦ, τί λέξω· πότερά ς ἀνθρώπους ὁρᾶν· ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην, ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν· οὐχ ἥδ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν, οὐχ ἥδε Πριάμου τοῦ μέγ ὀλβίου δάμαρ· καὶ νῦν πόλις μὲν πᾶς ἀνέστηκεν δορί, αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ κεῖται, κόνει φύρουσα δύστηνον κάρα. φεῦ φεῦ: γέρων μέν εἰμ, ὅμως δέ μοι θανεῖν εἰή πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί. ἀνίστας, ὦ δύστηνε, καὶ μετάρσιον πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα. ἐά: τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ κεῖσθαι· τί κινεῖς μ, ὅστις εἶ, λυπουμένην· Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης, Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα. ὦ φίλτατ, ἆρα κἄμ ἐπισφάξαι τάφῳ δοκοῦν Ἀχαιοῖς ἦλθες· ὡς φίλ ἂν λέγοις. σπεύδωμεν, ἐγκονῶμεν: ἡγοῦ μοι, γέρον. σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι, ἥκω μεταστείχων σε: πέμπουσιν δέ με δισσοί τ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός. οἴμοι, τί λέξεις· οὐκ ἄρ ὡς θανουμένους μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά· ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖς ἄπο: ἡμεῖς δ ἄτεκνοι τοὐπὶ ς: ὦ τάλαιν ἐγώ. πῶς καί νιν ἐξεπράξατ· ἆρ αἰδούμενοι· ἢ πρὸς τὸ δεινὸν ἤλθεθ ὡς ἐχθράν, γέρον, κτείνοντες· εἰπέ, καίπερ οὐ λέξων φίλα. διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι, σῆς παιδὸς οἴκτῳ: νῦν τε γὰρ λέγων κακὰ τέγξω τόδ ὄμμα, πρὸς τάφῳ θ ὅτ ὤλλυτο. παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς: λαβὼν δ Ἀχιλλέως παῖς Πολυξένην χερὸς ἔστης ἐπ ἄκρου χώματος, πέλας δ ἐγώ: λεκτοί τ Ἀχαιῶν ἔκκριτοι νεανίαι, σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν, ἕσποντο. πλῆρες δ ἐν χεροῖν λαβὼν δέπας πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως χοὰς θανόντι πατρί: σημαίνει δέ μοι σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ. κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε: Σιγᾶτ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς, σίγα σιώπα: νήνεμον δ ἔστης ὄχλον. ὃ δ εἶπεν: Ὦ παῖ Πηλέως, πατὴρ δ ἐμός, δέξαι χοάς μοι τάσδε κηλητηρίους, νεκρῶν ἀγωγούς: ἐλθὲ δ, ὡς πίῃς μέλαν κόρης ἀκραιφνὲς αἷμ, ὅ σοι δωρούμεθα στρατός τε κἀγώ: πρευμενὴς δ ἡμῖν γενοῦ λῦσαί τε πρύμνας καὶ χαλινωτήρια νεῶν δὸς ἡμῖν πρευμενοῦς τ ἀπ Ἰλίου νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν. τοσαῦτ ἔλεξε, πᾶς δ ἐπηύξατο στρατός. εἶτ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν ἐξεῖλκε κολεοῦ, λογάσι δ Ἀργείων στρατοῦ νεανίαις ἔνευσε παρθένον λαβεῖν. ἣ δ, ὡς ἐφράσθη, τόνδ ἐσήμηνεν λόγον: Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν, ἑκοῦσα θνῄσκω: μή τις ἅψηται χροὸς τοὐμοῦ: παρέξω γὰρ δέρην εὐκαρδίως. ἐλευθέραν δέ μ, ὡς ἐλευθέρα θάνω, πρὸς θεῶν, μεθέντες κτείνατ: ἐν νεκροῖσι γὰρ δούλη κεκλῆσθαι βασιλὶς οὖς αἰσχύνομαι. λαοὶ δ ἐπερρόθησαν, Ἀγαμέμνων τ ἄναξ εἶπεν μεθεῖναι παρθένον νεανίαις.

οἳ δ, ὡς τάχιστ ἤκουσαν ὑστάτην ὄπα, μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος. κἀπεὶ τόδ εἰσήκουσε δεσποτῶν ἔπος, λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος ἔρρηξε λαγόνας ἐς μέσας παρ ὀμφαλόν, μαστούς τ ἔδειξε στέρνα θ ὡς ἀγάλματος κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ ἔλεξε πάντων τλημονέστατον λόγον: Ἰδού, τόδ, εἰ μὲν στέρνον, ὦ νεανία, παίειν προθυμῇ, παῖσον, εἰ δ ὑπ αὐχένα χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε. ὃ δ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης, τέμνει σιδήρῳ πνεύματος διαρροάς:

κρουνοὶ δ ἐχώρουν. ἣ δὲ καὶ θνῄσκους ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν, κρύπτους ἃ κρύπτειν ὄμματ ἀρσένων χρεών. ἐπεὶ δ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ, οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον: ἀλλ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν κορμοὺς φέροντες πευκίνους, ὁ δ οὐ φέρων πρὸς τοῦ φέροντος τοιάδ ἤκουεν κακά: Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων· οὐκ εἶ τι δώσων τῇ περίσς εὐκαρδίῳ ψυχήν τ ἀρίστῃ· τοιάδ ἀμφὶ σῆς λέγων παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε πασῶν γυναικῶν δυστυχεστάτην θ ὁρῶ. δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε. ὦ θύγατερ, οὐκ οἶδ εἰς ὅ τι βλέψω κακῶν, πολλῶν παρόντων:

ἢν γὰρ ἅψωμαί τινος, τόδ οὐκ ἐᾷ με, παρακαλεῖ δ ἐκεῖθεν αὖ λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς. καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός: τὸ δ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει, χρηστὴ δ ἁμαρτοῦς ὧν χρεὼν αὐτὴν τυχεῖν κακὸν δίδωσι καρπόν, ἀνθρώποις δ ἀεὶ ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός, ὁ δ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕπο φύσιν διέφθειρ, ἀλλὰ χρηστός ἐστ ἀεί· ἆρ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί· ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς δίδαξιν ἐσθλοῦ: τοῦτο δ ἤν τις εὖ μάθῃ, οἶδεν τό γ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών. καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην: σὺ δ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε, μὴ θιγγάνειν μοι μηδέν, ἀλλ εἴργειν ὄχλον, τῆς παιδός.

ἔν τοι μυρίῳ στρατεύματι ἀκόλαστος ὄχλος ναυτική τ ἀναρχία κρείσσων πυρός, κακὸς δ ὁ μή τι δρῶν κακόν. σὺ δ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι, βάψας ἔνεγκε δεῦρο ποντίας ἁλός, ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν, νύμφην τ ἄνυμφον παρθένον τ ἀπάρθενον, λούσω προθῶμαί θ - ὡς μὲν ἀξία, πόθεν·

οὐκ ἂν δυναίμην: ὡς δ ἔχω - τί γὰρ πάθω· - κόσμον τ ἀγείρας αἰχμαλωτίδων πάρα, αἵ μοι πάρεδροι τῶνδ ἔσω σκηνωμάτων ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας λαθοῦς ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων. ὦ σχήματ οἴκων, ὦ ποτ εὐτυχεῖς δόμοι, ὦ πλεῖστ ἔχων κάλλιστά τ, εὐτεκνώτατε Πρίαμε, γεραιά θ ἥδ ἐγὼ μήτηρ τέκνων, ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος τοῦ πρὶν στερέντες. εἶτα δῆτ ὀγκούμεθα, ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν, ὃ δ ἐν πολίταις τίμιος κεκλημένος. τὰ δ οὐδὲν ἄλλως, φροντίδων βουλεύματα γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος, ὅτῳ κατ ἦμαρ τυγχάνει μηδὲν κακόν.?

상위

Euripides (에우리피데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION