- 텍스트

Euripides, Hecuba, episode

(에우리피데스, Hecuba, episode)

Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵν Αἵδης χωρὶς ᾤκισται θεῶν, Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως Πριάμου τε πατρός, ὅς μ, ἐπεὶ Φρυγῶν πόλιν κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ, δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου, ὃς τήν<δ> ἀρίστην Χερσονησίαν πλάκα σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.? πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ πατήρ, ἵν, εἴ ποτ Ἰλίου τείχη πέσοι, τοῖς ζῶσιν εἰή παισὶ μὴ σπάνις βίου. νεώτατος δ ἦ Πριαμιδῶν, ὃ καί με γῆς ὑπεξέπεμψεν: οὔτε γὰρ φέρειν ὅπλα οὔτ ἔγχος οἱό῀ς τ ἦ νέῳ βραχίονι. ἑώς μὲν οὖν γῆς ὄρθ ἔκειθ ὁρίσματα πύργοι τ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς Ἕκτωρ τ ἀδελφὸς οὑμὸς εὐτύχει δορί, καλῶς παρ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας: ἐπεὶ δὲ Τροία θ Ἕκτορός τ ἀπόλλυται ψυχή, πατρῴα θ ἑστία κατεσκάφη, αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου, κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμ ἁλὸς μεθῆχ, ἵν αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ. κεῖμαι δ ἐπ ἀκταῖς, ἄλλοτ ἐν πόντου σάλῳ, πολλοῖς διαύλοις κυμάτων φορούμενος, ἄκλαυτος ἄταφος: νῦν δ ὑπὲρ μητρὸς φίλης Ἑκάβης ἀίσσω, σῶμ ἐρημώσας ἐμόν, τριταῖον ἤδη φέγγος αἰωρούμενος, ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα. πάντες δ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι θάσσους ἐπ ἀκταῖς τῆσδε Θρῃκίας χθονός:

ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς κατέσχ Ἀχιλλεὺς πᾶν στράτευμ Ἑλληνικόν, πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην: αἰτεῖ δ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν. καὶ τεύξεται τοῦδ, οὐδ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν: ἡ πεπρωμένη δ ἄγει θανεῖν ἀδελφὴν τῷδ ἐμὴν ἐν ἤματι. δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης. φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω, δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ. τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν. τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν ἔσται: γεραιᾷ δ ἐκποδὼν χωρήσομαι Ἑκάβῃ: περᾷ γὰρ ἥδ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος, φάντασμα δειμαίνους ἐμόν. φεῦ: ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς ὅσονπερ εὖ ποτ: ἀντισηκώσας δέ σε φθείρει θεῶν τις τῆς πάροιθ εὐπραξίας.?

상위

Euripides (에우리피데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION