- 텍스트

Dionysius of Halicarnassus, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 14

(디오니시오스, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 14)

πρόσωπα δὲ παρ αὐτῷ τὰ πράγματα γίνεται, καθά περ ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημηγορίᾳ γέγονεν:? ἀξιῶν γὰρ ὁ Κορίνθιος τοὺς προεστηκότας τῆς Πελοποννήσου φυλάττειν αὐτῆς τὸ ἀξίωμα πρὸς τὰς ἔξω πόλεις, οἱο῀ν παρὰ τῶν πατέρων παρέλαβον, ταῦτα λέγει: πρὸς τάδε βουλεύεσθε εὖ, καὶ τὴν Πελοπόννησον πειρᾶσθε μὴ ἐλάσσον ἐξηγεῖσθαι ἢ οἱ πατέρες ὑμῖν παρέδοσαν: τὸ γὰρ ἐξηγεῖσθαι νῦν τέθηκεν ἐπὶ τοῦ προάγειν ἔξω τὴν Πελοπόννησον ἡγουμένους αὐτῆς: τοῦτο δὲ τῇ χώρᾳ μὲν ἀδύνατον ἦν συμβῆναι, τῇ δὲ δόξῃ καὶ τοῖς πράγμασιν τοῖς περὶ. αὐτὴν ὑπάρχουσιν δυνατόν, καὶ βούλεται τοῦτο δηλοῦν. πράγματα δὲ ἀντὶ σωμάτων τὰ τοιαῦτα ὑπ αὐτοῦ γίνεται: λέγεται δὲ ὑπὸ τοῦ Κορινθίων πρεσβευτοῦ πρὸς Λακεδαιμονίους συγκρίνοντος τά τε Ἀθηναίων καὶ Λακεδαιμονίων: οἳ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν: ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σῴζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τὰ ἀναγκαῖα ἐξικέσθαι: μέχρι μὲν οὖν τούτων τὸ σχῆμα τῆς λέξεως σῴζει τὴν ἀκολουθίαν, ὡς ἐπὶ προσώπων ἀμφοτέρων κείμενον. ἔπειτα ἀποστρέφεται κατὰ θάτερον τῶν μερῶν ὁ λόγος, καὶ ἀντὶ σωμάτων πρᾶγμα γίνεται τὸ περὶ τοὺς Λακεδαιμονίους, ὅταν φῇ: αὖθις δὲ οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες: τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι: τὸ γὰρ ὑμέτερον ἀντὶ τοῦ ὑμεῖς παρείληπται, πρᾶγμα ὑπάρχον ἀντὶ σώματος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION