- 텍스트

Dionysius of Halicarnassus, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 9

(디오니시오스, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 9)

παρὰ δὲ τὰς τῶν ἑνικῶν τε καὶ πληθυντικῶν διαφοράς, ὅταν ἐναλλάττῃ τὴν ἑκατέρου τούτων τάξιν, ἑνικὰ μὲν ἀντὶ πληθυντικῶν οὕτως ἐκφέρει:? καὶ εἴ τῳ ἄρα παρέστηκεν τὸν μὲν Συρακόσιον, αὑτὸν δὲ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ: βούλεται μὲν γὰρ τοὺς Συρακοσίους λέγειν καὶ τοὺς Ἀθηναίους, πεποίηκεν δὲ τῶν ὀνομάτων ἑκάτερον ἑνικόν. καὶ ἐν οἷς φησιν: καὶ τὸν πολέμιον δεινότερον ἕξομεν, μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως: τοὺς γὰρ πολεμίους ἐσχημάτικεν ἑνικῶς, οὐχὶ πληθυντικῶς. ἀντὶ δὲ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν παραλαμβάνει τοῦτον τὸν τρόπον ἐξαλλάττων τὴν συνήθη φράσιν: κεῖται δὲ ἡ λέξις ἐν τῷ προοιμίῳ τοῦ ἐπιταφίου: μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσιν περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἰήται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν: τὸ γὰρ ἕκαστος καὶ τὸ ἤκουσεν ἑνικά, τὰ δ ἐπιφερόμενα τούτοις πληθυντικῶς ἐξενήνεκται: φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν οὐ καθ ἑνὸς λέγεσθαι πεφύκασιν, ἀλλὰ κατὰ πολλῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION