호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν δὲ ἀντὶ τοῦ ποιητικοῦ τὸ παθητικὸν παραλαμβάνῃ, τοῦτον σχηματίζει τὸν τρόπον:? ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν: βούλεται μὲν γὰρ δηλοῦν: ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις συνήλλαξαν, παρείληφεν δὲ τὸ ἐνηλλάγησαν παθητικὸν ὑπάρχον ἀντὶ ποιητικοῦ τοῦ συνήλλαξαν. καὶ τὸ ἐπιφερόμενον τούτῳ: τοὺς δ ἐν τῇ μεσογείᾳ μᾶλλον κατῳκημένους: ἀντὶ γὰρ τοῦ ποιητικοῦ ῥήματος τοῦ κατῳκηκότας τὸ παθητικὸν παρείληφεν τὸ κατῳκημένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기