호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Νίκα [γλυκύδωρε, μεγίσταν σοὶ πατ[ὴρ ὤπασσε τιμὰν ὑψίζυγ[ος Οὐρανιδᾶν ἐν πολυχρύσῳ δ Ὀλύμπῳ Ζηνὶ παρισταμένα κρίνεις τέλος ἀθανάτοι- σίν τε καὶ θνατοῖς ἀρετᾶς. ἔλλαθι, [βαθυ]πλοκάμου κούρα [Στυγὸς ὀρ]θοδίκου: σέθεν δ ἕκατι καὶ νῦν Μεταπόντιον εὐ- γυίων [κατέχ]ουσι νέων κῶμοί τε καὶ εὐφροσύναι θεότιμον ἄστυ: ὑμνεῦσι δὲ Πυθιόνικον παῖδα θαητὸν Φαΐσκου. ἵλεῳ νιν ὁ Δαλογενὴς υἱ- ὸς βαθυζώνοιο Λατοῦς δέκτο βλεφάρῳ:
πολέες δ ἀμφ Ἀλεξίδαμον ἀνθέων ἐν πεδίῳ στέφανοι Κίρρας ἔπεσον κρατερᾶς ἦρα παννίκοιο πάλας: οὐκ εἶδέ νιν ἀέλιος κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα. φάσω δὲ καὶ ἐν ζαθέοις ἁγνοῦ Πέλοπος δαπέδοις Ἀλφεὸν παρὰ καλλιρόαν, δίκας κέλευθον εἰ μή τις ἀπέτραπεν ὀρθᾶς, παγξένῳ χαίταν ἐλαίᾳ γλαυκᾷ στεφανωσάμενον πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θ ἱκέσθαι. [οὔ τι δόλος κακόφρων] παῖδ ἐν χθονὶ καλλιχόρῳ ποικίλαις τέχναις πέλασσεν:
ἀλλ ἢ θεὸς αἴτιος, ἢ γνῶμαι πολύπλαγκτοι βροτῶν ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας. νῦν δ Ἄρτεμις ἀγροτέρα χρυσαλάκατος λιπαρὰν ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε. τᾷ ποτ Ἀβαντιάδας βωμὸν κατένασσε πολύλ- λιστον εὔπεπλοί τε κοῦραι: τὰς ἐξ ἐρατῶν ἐφόβησεν παγκρατὴς Ἥρα μελάθρων Προίτου, παραπλῆγι φρένας καρτερᾷ ζεύξας ἀνάγκᾳ:
παρθενίᾳ γὰρ ἔτι ψυχᾷ κίον ἐς τέμενος πορφυροζώνοιο θεᾶς: φάσκον δὲ πολὺ σφέτερον πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου σεμνοῦ Διὸς εὐρυβία. ταῖσιν δὲ χολωσαμένα στήθεσσι παλίντροπον ἔμβαλεν νόημα: φεῦγον δ ὄρος ἐς τανίφυλλον, σμερδαλέαν φωνὰν ἱεῖσαι, Τιρύνθιον ἄστυ λιποῦσαι καὶ θεοδμάτους ἀγυιάς, ἤδη γὰρ ἔτος δέκατον θεοφιλὲς λιπόντες Ἄργος ναῖον ἀδεισιβόαι χαλκάσπιδες ἡμίθεοι σὺν πολυζήλῳ βασιλεῖ. νεῖκος γὰρ ἀμαιμάκετον βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπ ἀρχᾶς Προίτῳ τε καὶ Ἀκρισίῳ: λαούς τε διχοστασίαις ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.
λίσσοντο δὲ παῖδας Ἄβαντος γᾶν πολύκριθον λαχόντας Τίρυνθα τὸν ὁπλότερον κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν: Ζεύς τ ἔθελεν Κρονίδας, τιμῶν Δαναοῦ γενεὰν καὶ διωξίπποιο Λυγκέος, παῦσαι στυγερῶν ἀχέων.
τεῖχος δὲ Κύκλωπες κάμον ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει κάλλιστον, ἵν ἀντίθεοι ναῖον κλυτὸν ἱππόβοτον Ἄργος ἡρ´ωες περικλειτοὶ λιπόντες. ἔνθεν ἀπεσσύμεναι Προίτου κυανοπλόκαμοι φεῦγον ἄδματοι θύγατρες, τὸν δ εἷλεν ἄχος κραδίαν, ξεί- να τέ νιν πλᾶξεν μέριμνα: δοίαξε δὲ φάσγανον ἄμ- φακες ἐν στέρνοισι πᾶξαι.
ἀλλά νιν αἰχμοφόροι μύθοισί τε μειλιχίοις καὶ βίᾳ χειρῶν κάτεχον. τρισκαίδεκα μὲν τελέους μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν φεῦγόν τε κατ Ἀρκαδίαν μηλοτρόφον: ἀλλ ὅτε δὴ Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν, ἔνθεν χρόα νιψάμενος φοι- νικο[κραδέμνοι]ο Λατοῦς κίκλ[ῃσκε θύγατρα] βοῶπιν, χεῖρας ἀντείνων πρὸς αὐγὰς ἱππώκεος ἀελίου, τέκνα δυστάνοιο λύσσας πάρφρονος ἐξαγαγεῖν: θύσω δέ τοι εἴκοσι βοῦς ἄζυγας φοινικότριχας.
τοῦ δ ἔκλυ ἀριστοπάτρα θηροσκόπος εὐχομένου: πιθοῦσα δ Ἥραν παῦσεν καλυκοστεφάνους κούρας μανιᾶν ἀθέων: ταὶ δ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον, χραῖνόν τέ μιν αἵματι μήλων καὶ χοροὺς ἵσταν γυναικῶν. ἔνθεν καὶ ἀρηϊφίλοις ἄνδρεσσιν <ἐς> ἱπποτρόφον πόλιν <τ> Ἀχαιοῖς ἕσπεο, σὺν δὲ τύχᾳ ναίεις Μεταπόντιον, ὦ χρυσέα δέσποινα λαῶν:
ἄλσος τέ τοι ἱμερόεν Κάσαν παρ εὐύδρον πρὸ να- οῖ ἑσσαμένων, Πριάμοι ἐπεὶ χρόνῳ βουλαῖσι θεῶν μακάρων πέρσαν πόλιν εὐκτιμέναν χαλκοθωράκων μετ Ἀτρειδᾶν. δικαίας ὅστις ἔχει φρένας, εὑ- ρήσει σὺν ἅπαντι χρόνῳ μυρίας ἀλκὰς Ἀχαιῶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기