호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γάρ τοι ἐπὶ τῷ ἁλῶναι τὸ θηρίον ἐξάγουσιν τὰς κύνας ἀλλ᾿ ἐς ἀγῶνα δρόμου καὶ ἅμιλλαν οἵ γε τῇ ἀληθείᾳ κυνηγετικοί.? καὶ ἀγαπῶσιν εἰ ἐπιτύχοι ὁ λαγὼς τοῦ διασώσοντος, καὶ καταφυγόντα ἐς ἀκάνθας ἔστιν ὅτε ὀλίγας καὶ ἐπτηχότα καὶ ἀπαγορεύοντα ἰδόντες οἳ δὲ ἀνακαλοῦσιν τὰς κύνας, καὶ μάλιστα δή, εἰ καλῶς διαγωνίσαιτο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기