ὠχρότης?
Third declension Noun; Feminine
자동번역
Transliteration: ōchrotēs
Principal Part:
ὠχρότης
ὠχρότητος
Structure:
ὠχροτητ
(Stem)
+
ς
(Ending)
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἐννοεῖς γάρ, οἶμαι, τὸ μετὰ τοῦτο, οἱούς εἰκὸς σὺν ὅπλοις ἔσεσθαι τοὺς καὶ γυμνοὺς ἂν φόβον τοῖς δυσμενέσιν ἐμποιήσαντας, οὐ πολυσαρκίαν ἀργὸν καὶ λευκὴν ἢ ἀσαρκίαν μετὰ ὠχρότητος ἐπιδεικνυμένους οἱᾶ γυναικῶν σώματα ὑπὸ σκιᾷ μεμαρασμένα, τρέμοντα ἱδρῶτί τε πολλῷ εὐθὺς ῥεόμενα καὶ ἀσθμαίνοντα ὑπὸ τῷ κράνει, καὶ μάλιστα ἢν καὶ ὁ ἥλιος ὥσπερ νῦν τὸ μεσημβρινὸν ἐπιφλέγῃ. (Lucian, Anacharsis, (no name) 25:1)
- οὕτω δὲ τοὺς ἀρίστους ἐπιλεξάμενος αὐτῶν, ὡς ἐνῆν τεκμήρασθαι προσώπου τε σκυθρωπότητι καὶ χρόας ὠχρότητι καὶ γενείου βαθύτητι - μάλα γὰρ ὑψαγόραι τινὲς καὶ οὐρανογνώμονες οἱ ἄνδρες αὐτίκα μοι κατεφάνησαν - τούτοις ἐγχειρίσας ἐμαυτὸν καὶ συχνὸν ἀργύριον τό μὲν αὐτόθεν ἤδη καταβαλών, τὸ δὲ εἰσαῦθις ἀποδώσειν ἐπὶ κεφαλαίῳ τῆς σοφίας διομολογησάμενος, ἠξίουν μετεωρολέσχης τε διδάσκεσθαι καὶ τὴν τῶν ὅλων διακόσμησιν καταμαθεῖν. (Lucian, Icaromenippus, (no name) 5:2)
- "φλέγεσθαι τὸ σῶμα καὶ καταλαμβάνειν ὠχρότητα καὶ πλάνον αὐτὴν καὶ ἴλιγγον. (Plutarch, Amatorius, section 18 2:7)
- τοῦ δ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον ἐλέγχουσιν ὠχρότητες ἐρυθήματα τρόμοι πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις: (Plutarch, De virtute morali, section 11 3:3)
- "Μνησαρέτη γὰρ ἐκαλεῖτο, τὴν δὲ Φρύνην ἐπίκλησιν ἔσχε διὰ τὴν ὠχρότητα. (Plutarch, De Pythiae oraculis, section 14 3:3)
- Ξυνάγχης δὲ, σύμπτωσις, ἰσχνότης, ὠχρότης σύνεστι · ὀφθαλμοὶ κοῖλοι, εἴσω δεδυκότες· φάρυγξ καὶ γαργαρέων ἀνεσπασμένοι, παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα, ἀφωνίη · πνὶξ ἡ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἡ ἀρχὴ τῆς ἀναπνοῆς · οἱ δὲ ὀξύτατοι θνήσκουσι αὐτῆμαρ, ἔσθ ὅπη καὶ πρὶν καλέσασθαι τὸν ἰητρὸν, οἱ δὲ καὶ ἐσκαλεσάμενοι οὐδὲν ὤναντο. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 75)