- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

πόρπη?

First declension Noun; Feminine Transliteration: porpē

Principal Part: πόρπη

Structure: πορπ (Stem) + η (Ending)

Etym.: πείρω

Sense

  1. a buckle-pin, a buckle or brooch

Declension

First declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶ δίδοσθαι τοῖς συγγενέσι τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν. (Septuagint, Liber Maccabees I 10:89)
  • καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασι καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν. (Septuagint, Liber Maccabees I 11:58)
  • καὶ οὐκ ἐξέσται οὐδενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ᾿ αὐτοῦ ρηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν. (Septuagint, Liber Maccabees I 14:44)
  • ἔτι δὲ θαυμάσειεν ἄν τις καὶ τῆς ὀροφῆς ἐν τῷ εὐμόρφῳ τὸ ἀπέριττον κἀν τῷ εὐκόσμῳ τὸ ἀνεπίληπτον καὶ τὸ τοῦ χρυσοῦ ἐς τὸ εὐπρεπὲς σύμμετρον, ἀλλὰ μὴ παρὰ τὰς χρείας ἐπίφθονον, ἀλλ ὁπόσον ἂν καὶ γυναικὶ σώφρονι καὶ καλῇ ἀρκέσῃ ἐπισημότερον ἐργάσασθαι τὸ κάλλος, ἢ περὶ τῇ δειρῇ λεπτός τις ὁρ´μος ἢ περὶ τῷ δακτύλῳ σφενδόνη εὔφορος ἢ ἐν τοῖν ὤτοιν ἐλλόβια ἢ πόρπη τις ἢ ταινία τὸ ἄφετον τῆς κόμης συνδέουσα, τοσοῦτον τῇ εὐμορφίᾳ προστιθεῖσα ὅσον τῇ ἐσθῆτι ἡ πορφύρα: (Lucian, De Domo, (no name) 7:1)
  • οἱ δὲ νῦν αὐλικοί, πρακτικοὶ δοκοῦντες εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται δι αὑτῶν ἐπὶ τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ θυραυλίας ἐπιπόνους, ἵν ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι. (Plutarch, An vitiositas ad infelicitatem sufficia, section 1 1:3)
  • τοιγαροῦν, ὥς σε μέμνημαι ἐν Κρήτῃ θεασάμενος ἀμπεχόνῃ κεκοσμημένον πανηγυρικῶς, οὐ τὴν φρόνησιν ἐζήλουν οὐδὲ τὴν ἀρετήν, ἀλλὰ τοῦ χιτῶνος εἰργασμένου περιττῶς τὴν λεπτότητα καὶ τῆς χλαμύδος οὔσης ἁλουργοῦ τὴν οὐλότητα καὶ τὸ κάλλος ἀγαπῶν καὶ τεθηπὼς εἶχε δέ τι καὶ ἡ πόρπη χρυσὸς οὖσα παίγνιον οἶμαι τορείαις διηκριβωμένον εἱπόμην γεγοητευμένος, ὥσπερ αἱ γυναῖκες. (Plutarch, Bruta animalia ratione uti, chapter, section 6 9:2)
  • ἀλλ ἦν διατριβὴ τῶν μὲν βοώντων, τῶν δὲ μὴ συνιέντων, ἄχρι τις ἐννοήσας καὶ περιελὼν δρυὸς φλοιὸν ἐνέγραψε πόρπῃ γράμματα φράζοντα τήν τε χρείαν καὶ τὴν τύχην τοῦ παιδός, εἶτα λίθῳ τὸν φλοιὸν περιελίξας καὶ χρησάμενος οἱο῀ν ἑρ´ματι τῆς βολῆς ἀφῆκεν εἰς τὸ πέραν ἔνιοι δέ φασι σαυνίῳ περιπήξαντας ἀκοντίσαι τὸν φλοιόν. (Plutarch, chapter 2 5:1)
  • ποῦ δὲ Λυκαστείων ἐνδρομὶς ἀρβυλίδων, πόρπη τε χρυσοῖο τετυγμένη, ἠδὲ πρὸς ἄκρην ἰγνύην φοῖνιξ πέπλος ἑλισσόμενος· (Unknown, Greek Anthology, Volume V, book 16, chapter 2532)
  • ἔτι γε μὴν σκεύη χρυσᾶ καὶ ἐκπώματα καὶ πορφυρᾶν ἐσθῆτα χρῆσθαι τούτοις ἐπιτρέπων ἀπέστειλεν καὶ πόρπῃ δ αὐτὸν δωρεῖται χρυσέᾳ καὶ τῶν πρώτων αὐτοῦ καλεῖσθαι φίλων. (Flavius Josephus, Antiquitates Judaicae, Book 13 178:1)

Synonyms

  1. a buckle-pin

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION