- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ὀγδοηκοντούτης?

Third declension Adjective; Transliteration: ogdoēkontoutēs

Principal Part: ὀγδοηκοντούτης ὀγδοηκοντούτες

Structure: ὀγδοηκοντουτη (Stem) + ς (Ending)

Etym.: ἔτος

Sense

  1. eighty years old

Examples

  • ὡς δὲ οὐ πολλὰ ταῦτα τίθημι, ἐκεῖθεν μάθοις ἄν, ἢν ἐννοήσῃς, ὅσοι ὀγδοηκοντούτεις εἰσὶ Στωϊκοὶ ἢ Ἐπικούρειοι ἢ Πλατωνικοὶ ὁμολογοῦντες μὴ ταῦτα εἰδέναι πάντα τὰ τῆς ἑαυτοῦ αἱρέσεως ἕκαστος, ὡς μηδὲν ἐνδεῖν σφίσιν ἐς τὰ μαθήματα: (Lucian, 100:2)
  • καὶ εἰσαῦθις πονήσεις, ὡς φής, ἄλλα εἴκοσιν ἔτη τοὐλάχιστον, ἵνα ὀγδοηκοντούτης γενόμενος - εἴ τις ἐγγυητής ἐστί σοι, ὅτι βιώσῃ τοσαῦτα - ὅμως ᾖς ἐν τοῖς μηδέπω εὐδαιμονοῦσιν· (Lucian, 160:1)
  • Στάτιος δὲ ὁ Σαυνίτης, πολλὰ Σαυνίταις ἐν τῷ συμμαχικῷ πολέμῳ κατειργασμένος, διὰ δὲ περιφάνειαν ἔργων καὶ διὰ πλοῦτον καὶ γένος ἐς τὸ Ῥωμαίων βουλευτήριον ἀνακεκλημένος, ὀγδοηκοντούτης ὢν ἤδη καὶ διὰ πλοῦτον προγεγραμμένος, ἀνεπέτασε τὴν οἰκίαν τῷ τε δήμῳ καὶ τοῖς θεράπουσιν ἐκφορεῖν, ὅσα θέλοιεν, τὰ δὲ καὶ αὐτὸς διερρίπτει, μέχρι κεκενωμένης ἐπικλείσας ἐνέπρησε καὶ ἀπώλετο, καὶ τὸ πῦρ πολλὰ τῆς πόλεως ἄλλα ἐπενείματο. (Appian, The Civil Wars, book 4, chapter 4 9:1)
  • Ὁ δ οὖν Πυθαγόρας, ὡς μὲν Ἡρακλείδης φησὶν ὁ τοῦ Σαραπίωνος, ὀγδοηκοντούτης ἐτελεύτα, κατὰ τὴν ἰδίαν ὑπογραφὴν τῶν ἡλικιῶν: (Diogenes Laertius, Lives of Eminent Philosophers, h, Kef. a'. PUQAGORAS 44:1)
  • ἵνα δὲ μὴ δόξῃ νέος ὢν ἔτι καὶ ὡραϊζόμενος λέγειν ταῦτα, προστίθησιν ὀγδωκονταέτει παιδὶ Λεωπρεπέος, ὥσπερ ἐνδεικνύμενος καὶ λέγων ὅτι ταῦτα ἐγὼ περὶ ἐμαυτοῦ φρονῶ καὶ λέγω κἀνακηρύττω, ὀγδοηκοντούτης ὤν: (Aristides, Aelius, Orationes, 15:9)

Synonyms

  1. eighty years old

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION