Ancient Greek-English Dictionary

ἐπιμήκης

Third declension Adjective; Transliteration:

Principal Part: ἐπιμήκης ἐπιμήκες

Structure: ἐπιμηκη (Stem) + ς (Ending)

Etym.: mh=kos

Sense

  1. longish, oblong

Examples

  • Καλλίξεινοσ ὁ Ῥόδιοσ ἐν τοῖσ περὶ Ἀλεξανδρείασ φησὶν ὅτι ποτήριόν ἐστιν ἐπίμηκεσ, συνηγμένον εἰσ μέσον ἐπιεικῶσ, ὦτα ἔχον μέχρι τοῦ πυθμένοσ καθήκοντα, ἐστὶ δὲ ἱκανῶσ ἐπίμηκεσ τὸ ποτήριον τὸ καρχήσιον,1 καὶ τάχα διὰ τὸ ἀνατετάσθαι οὕτωσ ὠνόμασται. (Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 492)
  • φησὶ δὲ Δίδυμοσ ὁ γραμματικὸσ ἐπίμηκεσ εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ ὃ καλεῖται κύμβη. (Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 63 2:2)
  • Καὶ ἦν αὐτῷ τοῦτο στρατόπεδόν τε ὁμοῦ καὶ κατὰ τῶν ἐχθρῶν ἐπιτείχισμα ἐπίμηκεσ, ὅθεν ὁρμώνενοσ τὴν ἀγορὰν ἀφῃρεῖτο Καρχηδονίουσ, ὅση κατὰ γῆν αὐτοῖσ ἐφέρετο· (Appian, The Foreign Wars, chapter 18 4:1)
  • Οἱ δὲ Παίονέσ εἰσιν ἔθνοσ μέγα παρὰ τὸν Ἴστρον, ἐπίμηκεσ ἐξ Ιἀπόδων ἐπὶ Δαρδάνουσ, Παίονεσ μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, καὶ ῥωμαϊστὶ Παννόνιοι, συναριθμούμενοι δὲ ὑπὸ Ῥωμαίων τῇ Ἰλλυρίδι, ὡσ προεῖπον. (Appian, The Foreign Wars, chapter 3 3:1)
  • Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸσ ἐν φάρυγγι, ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν Ῥινῶν Ῥέειν‧ κἢν μὲν πουλὺ Ῥυῇ, λύσιν σημαίνει τῆσ νούσου‧ ἢν δὲ μὴ, μακρήν‧ ὁκόσῳ δ’ ἂν ἔλασσον Ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκεσ‧ ἢν δὲ τἄλλα Ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐσ πόδασ ἀλγήματα‧ ἢν δὲ ἅψηται τοῦ ποδὸσ, καὶ ἐπώδυνοσ γενόμενοσ παραμένῃ πυριφλεγὴσ γενόμενοσ, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐσ αὐχένα ἀλγήματα καὶ ἐσ κληῗδα καὶ ἐσ ὦμον καὶ ἐσ στῆθοσ καὶ ἐσ ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδεσ γενέσθαι‧ σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρεσ ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸσ τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη‧ ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶσ ὁ ὀφθαλμὸσ, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ‧ αἱ δὲ νύκτεσ μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 10.3)

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION