호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Εὐθύδημοσ, δοκεῖσ μοι, ἔφη, ὦ Σώκρατεσ, λέγειν ὡσ ἀνδρὶ ἥττονι τῶν διὰ τοῦ σώματοσ ἡδονῶν πάμπαν οὐδεμιᾶσ ἀρετῆσ προσήκει. τί γὰρ διαφέρει, ἔφη, ὦ Εὐθύδημε, ἄνθρωποσ ἀκρατὴσ θηρίου τοῦ ἀμαθεστάτου; ὅστισ γὰρ τὰ μὲν κράτιστα μὴ σκοπεῖ, τὰ ἥδιστα δ’ ἐκ παντὸσ τρόπου ζητεῖ ποιεῖν, τί ἂν διαφέροι τῶν ἀφρονεστάτων βοσκημάτων; ἀλλὰ τοῖσ ἐγκρατέσι μόνοισ ἔξεστι σκοπεῖν τὰ κράτιστα τῶν πραγμάτων, καὶ λόγῳ καὶ ἔργῳ διαλέγοντασ κατὰ γένη τὰ μὲν ἀγαθὰ προαιρεῖσθαι, τῶν δὲ κακῶν ἀπέχεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기