호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε μὲν οὖν τοιαῦτα ὑπῆρχεν, ὕστερον δὲ ἠκολούθησαν μεταβολαὶ παντοῖαι. τὰ μὲν γὰρ περὶ Κύζικον Φρύγεσ ἐπῴκησαν ἑώσ Πρακτίου, τὰ δὲ περὶ Ἄβυδον Θρᾷκεσ· ἔτι δὲ πρότερον τούτων ἀμφοῖν Βέβρυκεσ καὶ Δρύοπεσ· τὰ δ’ ἑξῆσ Τρῆρεσ, καὶ οὗτοι Θρᾷκεσ· τὸ δὲ Θήβησ πεδίον Λυδοί, οἱ τότε Μῄονεσ, καὶ Μυσῶν οἱ περιγενόμενοι τῶν ὑπὸ Τηλέφῳ πρότερον καὶ Τεύθραντι. οὕτω δὴ τοῦ ποιητοῦ τὴν Αἰολίδα καὶ τὴν Τροίαν εἰσ ἓν συντιθέντοσ, καὶ τῶν Αἰολέων τὴν ἀπὸ τοῦ Ἕρμου πᾶσαν μέχρι τῆσ κατὰ Κύζικον παραλίασ κατασχόντων καὶ πόλεισ κτισάντων, οὐδ’ ἂν ἡμεῖσ ἀτόπωσ περιοδεύσαιμεν, εἰσ ταὐτὸ συντιθέντεσ τήν τε Αἰολίδα νῦν ἰδίωσ λεγομένην τὴν ἀπὸ τοῦ Ἕρμου μέχρι Λεκτοῦ καὶ τὴν ἐφεξῆσ μέχρι τοῦ Αἰσήπου. ἐν γὰρ τοῖσ καθ’ ἕκαστα διακρινοῦμεν πάλιν, παρατιθέντεσ ἅμα τοῖσ νῦν οὖσι τὰ ὑπὸ τοῦ ποιητοῦ καὶ τῶν ἄλλων λεγόμενα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기