- 텍스트

Sophocles, Philoctetes, choral, epode

(소포클레스, 필록테테스, choral, epode)

μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.? μετρίαζ. ὦ ξένοι, μείνατε, πρὸς θεῶν. τί θροεῖς· αἰαῖ αἰαῖ, δαίμων δαίμων: ἀπόλωλ ὁ τάλας: ὦ ποὺς πούς, τί ς ἔτ ἐν βίῳ τεύξω τῷ μετόπιν τάλας· ὦ ξένοι, ἔλθετ ἐπήλυδες αὖθις. τί ῥέξοντες ἀλλοκότῳ γνώμᾳ τῶν πάρος, ὧν προύφαινες· οὔτοι νεμεσητόν, ἀλύοντα χειμερίῳ λύπᾳ καὶ παρὰ νοῦν θροεῖν. βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν. οὐδέποτ οὐδέποτ, ἴσθι τόδ ἔμπεδον, οὐδ εἰ πυρφόρος ἀστεροπητὴς βροντᾶς αὐγαῖς μ εἶσι φλογίζων. ἐρρέτω Ἴλιον οἵ θ ὑπ ἐκείνῳ πάντες ὅσοι τόδ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι. ἀλλ, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε. ποῖον ἐρεῖς τόδ ἔπος· ξίφος, εἴ ποθεν, ἢ γένυν ἢ βελέων τι προπέμψατε. ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ· χρῶτ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί: φονᾷ φονᾷ νόος ἤδη. τί ποτε· πατέρα ματεύων. ποῖ γᾶς· ἐς Αἵδου: οὐ γάρ ἐστ ἐν φάει γ ἔτι. ὦ πόλις, ὦ πατρία, πῶς ἂν εἰσίδοιμ ἄθλιός ς ἀνήρ, ὅς γε σὰν λιπὼν ἱερὰν λιβάδ ἐχθροῖς ἔβαν Δαναοῖς ἀρωγός: ἔτ οὐδέν εἰμι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION