호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ οἱ δέκα πρέσβεισ, οὓσ ἡ σύγκλητοσ ἔπεμψε τῷ Τίτῳ, συνεβούλευον τοὺσ μὲν ἄλλουσ Ἕλληνασ ἐλευθεροῦν, Κόρινθον δὲ καὶ Χαλκίδα καὶ Δημητριάδα διατηρεῖν ἐμφρούρουσ ἕνεκα τῆσ πρὸσ Ἀντίοχον ἀσφαλείασ, ἐνταῦθα δὴ ταῖσ κατηγορίαισ λαμπροὶ λαμπρῶσ τὰσ πόλεισ ἀνερρήγνυσαν Αἰτωλοί, τὸν μὲν Τίτον κελεύοντεσ τὰσ πέδασ τῆσ Ἑλλάδοσ λύειν οὕτω γὰρ ὁ Φίλιπποσ εἰώθει τὰσ προειρημένασ πόλεισ ὀνομάζειν, τοὺσ δὲ Ἕλληνασ ἐρωτῶντεσ εἰ κλοιὸν ἔχοντεσ βαρύτερον μὲν, λειότερον δὲ τοῦ πάλαι τὸν νῦν, χαίρουσι, καὶ θαυμάζουσι τὸν Τίτον ὡσ εὐεργέτην, ὅτι τοῦ ποδὸσ λύσασ τὴν Ἑλλάδα τοῦ τραχήλου δέδεκεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기