호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ πῶσ; δεῖ δὴ καὶ τὰ νῦν, ὡσ ἐοίκεν, εἴπερ μέλλει τέλοσ ὁ κατοικισμὸσ τῆσ χώρασ ἡμῖν ἕξειν, εἶναί τι τὸ γιγνῶσκον ἐν αὐτῷ πρῶτον μὲν τοῦτο ὃ λέγομεν, τὸν σκοπόν, ὅστισ ποτὲ ὁ πολιτικὸσ ὢν ἡμῖν τυγχάνει, ἔπειτα ὅντινα τρόπον δεῖ μετασχεῖν τούτου καὶ τίσ αὐτῷ καλῶσ ἢ μὴ συμβουλεύει, τῶν νόμων αὐτῶν πρῶτον, ἔπειτα ἀνθρώπων· εἰ δ’ ἔσται τοῦ τοιούτου κενή τισ πόλισ, οὐδὲν θαυμαστὸν ἄνουσ οὖσα καὶ ἀναίσθητοσ εἰ πράξει τὸ προστυχὸν ἑκάστοτε ἐν ἑκάσταισ τῶν πράξεων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기