호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐὰν δέ τισ ἐν ἄλλοισ τόποισ λοιδορίασ ἄρχων ἢ ἀμυνόμενοσ ὁστισοῦν μὴ ἀπέχηται τῶν τοιούτων λόγων, ὁ προστυγχάνων πρεσβύτεροσ ὢν τῷ νόμῳ ἀμυνέτω, πληγαῖσ ἐξείργων τοὺσ θυμῷ, ἑτέρῳ κακῷ, φιλοφρονουμένουσ, ἢ ἐνεχέσθω τῇ τεταγμένῃ ζημίᾳ. λέγομεν δὴ τὰ νῦν ὡσ λοιδορίαισ συμπλεκόμενοσ ἄνευ τοῦ γελοῖα ζητεῖν λέγειν οὐ δυνατόσ ἐστιν χρῆσθαι, καὶ τοῦτο λοιδοροῦμεν, ὁπόταν θυμῷ γιγνόμενον ᾖ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기