Plato, Laws, book 9 67:

(플라톤, Laws, book 9 67:)

ἀληθέστατα. πάντα δέ γε προτρέπειν ταῦτά φαμεν εἰσ τὴν αὑτοῦ βούλησιν ἐπισπώμενον ἕκαστον εἰσ τἀναντία πολλάκισ ἅμα. πλειστάκισ μὲν οὖν. νῦν δή σοι τό τε δίκαιον καὶ τὸ ἄδικον, ὅ γε ἐγὼ λέγω, σαφῶσ ἂν διορισαίμην οὐδὲν ποικίλλων. τὴν γὰρ τοῦ θυμοῦ καὶ φόβου καὶ ἡδονῆσ καὶ λύπησ καὶ φθόνων καὶ ἐπιθυμιῶν ἐν ψυχῇ τυραννίδα, ἐάντε τι βλάπτῃ καὶ ἐὰν μή, πάντωσ ἀδικίαν προσαγορεύω·

SEARCH

MENU NAVIGATION