호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγει δὴ καὶ νῦν οὗτοσ ὁ λόγοσ, ἀληθείᾳ χρώμενοσ, ὡσ ὅσων ἂν πόλεων μὴ θεὸσ ἀλλά τισ ἄρχῃ θνητόσ, οὐκ ἔστιν κακῶν αὐτοῖσ οὐδὲ πόνων ἀνάφυξισ· ἀλλὰ μιμεῖσθαι δεῖν ἡμᾶσ οἰέται πάσῃ μηχανῇ τὸν ἐπὶ τοῦ Κρόνου λεγόμενον βίον, καὶ ὅσον ἐν ἡμῖν ἀθανασίασ ἔνεστι, τούτῳ πειθομένουσ δημοσίᾳ καὶ ἰδίᾳ τάσ τ’ οἰκήσεισ καὶ τὰσ πόλεισ διοικεῖν, τὴν τοῦ νοῦ διανομὴν ἐπονομάζοντασ νόμον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기