호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀρθῶσ λέγεισ, θαυμάζοιμι δ’ ἂν εἴ τι δυναίμεθα τοιοῦτον ἐν αὐτῷ καταμαθεῖν. ὃν δὴ καὶ καλοῦμεν τὸν φόβον ἡμεῖσ γε, οἶμαι δὲ καὶ πάντεσ, αἰσχύνην. τοῦτ’ αὐτὸ δὴ νῦν, ὡσ ἐοίχ’, ἡμῖν ἤδη πειρατέον φράζειν. καί μοι λέγε· δύο φόβων εἴδη σχεδὸν ἐναντία δυνάμεθα κατανοῆσαι; ποῖα δή; τὰ τοιάδε· φοβούμεθα μέν που τὰ κακά, προσδοκῶντεσ γενήσεσθαι. ναί. φοβούμεθα δέ γε πολλάκισ δόξαν, ἡγούμενοι δοξάζεσθαι κακοί, πράττοντεσ ἢ λέγοντέσ τι τῶν μὴ καλῶν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기