호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω τοίνυν, ὦ ἄνδρεσ, σφόδρα ἐνέμειναν ἐν τούτῳ πάντεσ ὥστε καὶ τὴν παρὰ τῶν θεῶν εὔνοιαν μεθ’ ἑαυτῶν ἔσχον βοηθόν, καὶ πάντων <τῶν> Ἑλλήνων ἀνδρῶν ἀγαθῶν γενομένων πρὸσ τὸν κίνδυνον, μάλιστα ἡ πόλισ ὑμῶν εὐδοκίμησεν. ὃ καὶ πάντων ἂν εἰή δεινότατον, τοὺσ μὲν προγόνουσ ὑμῶν ἀποθνῄσκειν τολμᾶν ὥστε μὴ τὴν πόλιν ἀδοξεῖν, ὑμᾶσ δὲ μὴ κολάζειν τοὺσ καταισχύναντασ αὐτήν, ἀλλὰ περιορᾶν τὴν κοινὴν καὶ μετὰ πολλῶν πόνων συνειλεγμένην εὔκλειαν, ταύτην διὰ τὴν τῶν τοιούτων ἀνδρῶν πονηρίαν καταλυομένην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기