호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ·? ἀνοίγετ: ἐκπορεύετ Ιὀκάστην δόμων. ὠὴ μάλ αὖθις: διὰ μακροῦ μέν, ἀλλ ὅμως ἔξελθ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ, λήξας ὀδυρμῶν πενθίμων τε δακρύων. ὦ φίλτατ, οὔ που ξυμφορὰν ἥκεις φέρων Ἐτεοκλέους θανόντος, οὗ παρ ἀσπίδα βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη· τί μοί ποθ ἥκεις καινὸν ἀγγελῶν ἔπος· τέθνηκεν ἢ ζῇ παῖς ἐμός· σήμαινέ μοι. ζῇ, μὴ τρέσῃς τόδ, ὥς <ς> ἀπαλλάξω φόβου. τί δ· ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί· ἑστᾶς ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις. ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός· ἀκμήν γ ἐπ αὐτήν: ἀλλ ὁ Καδμείων Ἄρης κρείσσων κατέστη τοῦ Μυκηναίου δορός. ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι οἶσθ: ὡς μέλει μοι καὶ τόδ, εἰ λεύσσει φάος. ζῇ σοι ξυνωρὶς ἐς τόδ ἡμέρας τέκνων. εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ πυλῶν ἀπεστήσασθε πυργηρούμενοι· λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης. ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν πύργων ἐπ ἄκρων στὰς μελάνδετον ξίφος λαιμῶν διῆκε τῇδε γῇ σωτήριον, λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας πύλας ἐφ ἑπτά, φύλακας Ἀργείου δορός, σὸς παῖς, ἐφέδρους <δ> ἱππότας μὲν ἱππόταις ἔταξ, ὁπλίτας δ ἀσπιδηφόροις ἔπι, ὡς τῷ νοσοῦντι τειχέων εἰή δορὸς ἀλκὴ δι ὀλίγου. περγάμων δ ἀπ ὀρθίων λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός. παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기