- 텍스트

Euripides, Hecuba, choral, anapests 1:

(에우리피데스, Hecuba, choral, anapests 1:)

ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ, τί ποτ αἴρομαι ἔννυχος οὕτω δείμασι, φάσμασιν·? ὦ πότνια Χθών, μελανοπτερύγων μῆτερ ὀνείρων, ἀποπέμπομαι ἔννυχον ὄψιν, ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς δι ὀνείρων εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην. ὦ χθόνιοι θεοί, σώσατε παῖδ ἐμόν, ὃς μόνος οἴκων ἄγκυρ ἔτ ἐμῶν τὴν χιονώδη Θρῄκην κατέχει ξείνου πατρίου φυλακαῖσιν. ἔσται τι νέον: ἥξει τι μέλος γοερὸν γοεραῖς. οὔποτ ἐμὰ φρὴν ὧδ ἀλίαστος φρίσσει, ταρβεῖ. ποῦ ποτε θείαν Ἑλένου ψυχὰν καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες, ὥς μοι κρίνωσιν ὀνείρους· εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ σφαζομέναν, ἀπ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως. καὶ τόδε δεῖμά μοι: ἦλθ ὑπὲρ ἄκρας τύμβου κορυφᾶς φάντασμ Ἀχιλέως: ᾔτει δὲ γέρας τῶν πολυμόχθων τινὰ Τρωιάδων. ἀπ ἐμᾶς ἀπ ἐμᾶς οὖν τόδε παιδὸς πέμψατε, δαίμονες, ἱκετεύω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION