호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δημόκριτοσ Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου, τινὲσ Δαμασίππου Ἀβδηρίτησ ἤ, ὡσ ἔνιοι, Μιλήσιοσ. οὗτοσ μάγων τινῶν διήκουσε καὶ Χαλδαίων, Ξέρξου τοῦ βασιλέωσ τῷ πατρὶ αὐτοῦ ἐπιστάτασ καταλιπόντοσ, ἡνίκα ἐξενίσθη παρ’ αὐτῷ, καθά φησι καὶ Ἡρόδοτοσ· παρ’ ὧν τά τε περὶ θεολογίασ καὶ ἀστρολογίασ ἔμαθεν ἔτι παῖσ ὤν. ὕστερον δὲ Λευκίππῳ παρέβαλε καὶ Ἀναξαγόρᾳ κατά τινασ, ἔτεσιν ὢν αὐτοῦ νεώτεροσ τετταράκοντα. Φαβωρῖνοσ δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου ὡσ οὐκ εἰήσαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνησ, ἀλλὰ ἀρχαῖαι, τὸν δ’ ὑφῃρῆσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기