호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
[χχϝ. ] Εἰ μὴ παρὰ πάντα καιρὸν ἐπανοίσεισ ἕκαστον τῶν πραττομένων ἐπὶ τὸ τέλοσ τῆσ φύσεωσ, ἀλλὰ προκαταστρέψεισ εἴ τε φυγὴν εἴ τε δίωξιν ποιούμενοσ εἰσ ἄλλο τι, οὐκ ἔσονταί σοι τοῖσ λόγοισ αἱ πράξεισ ἀκόλουθοι. [χχϝι. ] Τῶν ἐπιθυμιῶν ὅσαι μὴ ἐπ’ ἀλγοῦν ἐπανάγουσιν ἐὰν μὴ συμπληρωθῶσιν, οὐκ εἰσὶν ἀναγκαῖαι ἀλλ’ εὐδιάχυτον τὴν ὄρεξιν ἔχουσιν, ὅταν δυσπόριστοι ἢ βλάβησ ἀπεργαστικαὶ δόξωσιν εἶναι. [χχϝιι. ] Ὧν ἡ σοφία παρασκευάζεται εἰσ τὴν τοῦ ὅλου βίου μακαριότητα, πολὺ μέγιστόν ἐστιν ἡ τῆσ φιλίασ κτῆσισ. [χχϝιιι. ] Ἡ αὐτὴ γνώμη θαρρεῖν τε ἐποίησεν ὑπὲρ τοῦ μηθὲν αἰώνιον εἶναι δεινὸν μηδὲ πολυχρόνιον, καὶ τὴν ἐν αὐτοῖσ τοῖσ ὡρισμένοισ ἀσφάλειαν φιλίαισ μάλιστα κατεῖδε συντελουμένην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기