호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοὺσ μὲν νόμουσ προλέγειν τῷ ῥήτορι καὶ τῷ στρατηγῷ, <τῷ> τὴν παρὰ τοῦ δήμου πίστιν ἀξιοῦντι λαμβάνειν, παιδοποιεῖσθαι κατὰ τοὺσ νόμουσ, γῆν ἐντὸσ ὁρ́ων κεκτῆσθαι, πάσασ τὰσ δικαίασ πίστεισ παρακαταθέμενον οὕτωσ ἀξιοῦν προεστάναι τοῦ δήμου· σὲ δὲ τὴν <μὲν> πατρῴαν γῆν πεπρακέναι, τοὺσ δ’ οὐ γεγενημένουσ υἱεῖσ σαυτῷ προσποιεῖσθαι παρὰ τοὺσ νόμουσ τῶν ἐν ταῖσ κρίσεσιν ἕνεκα γιγνομένων ὁρ́κων, ἐπιτάττειν δὲ τοῖσ ἄλλοισ στρατεύεσθαι λιπόντ’ αὐτὸν τὴν κοινὴν τάξιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기